Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.352 Joseph. BJ 4.358 (English) >>Joseph. BJ 4.364

4.355οἵ τε ζηλωταὶ μᾶλλον ἐπανέστησαν, οὐχ ὡς ὑπὸ συμμάχων καταλειφθέντες, ἀλλʼ ἀπηλλαγμένοι τῶν δυσωπούντων καὶ διατρεπόντων παρανομεῖν. 4.356οὐκέτι γοῦν μέλλησις σκέψις ἦν τῶν ἀδικημάτων, ἀλλʼ ὀξυτάταις μὲν ἐχρῶντο ταῖς ἐπινοίαις εἰς ἕκαστα, τὰ δοχθέντα δὲ τάχιον καὶ τῆς ἐπινοίας ἐνήργουν. 4.357μάλιστα δʼ ἐπʼ ἀνδρείαν τε καὶ εὐγένειαν ἐφόνων, τὴν μὲν φθόνῳ λυμαινόμενοι, τὸ δὲ γενναῖον δέει· μόνην γὰρ αὐτῶν ἀσφάλειαν ὑπελάμβανον τὸ μηδένα τῶν δυνατῶν καταλιπεῖν. 4.358ἀνῃρέθη γοῦν σὺν πολλοῖς ἑτέροις καὶ Γουρίων, ἀξιώματι μὲν καὶ γένει προύχων, δημοκρατικὸς δὲ καὶ φρονήματος ἐλευθερίου μεστός, εἰ καί τις ἕτερος Ἰουδαίων· ἀπώλεσε δὲ αὐτὸν παρρησία μάλιστα πρὸς τοῖς ἄλλοις πλεονεκτήμασιν. 4.359οὐδʼ Περαΐτης Νίγερ αὐτῶν τὰς χεῖρας διέφυγεν, ἀνὴρ ἄριστος ἐν τοῖς πρὸς Ῥωμαίους πολέμοις γενόμενος· ὃς καὶ βοῶν πολλάκις τάς τε ὠτειλὰς ἐπιδεικνὺς διὰ μέσης ἐσύρετο τῆς πόλεως. 4.360ἐπεὶ δὲ ἔξω τῶν πυλῶν ἦκτο, τὴν σωτηρίαν ἀπογνοὺς περὶ ταφῆς ἱκέτευεν· οἱ δὲ προαπειλήσαντες ἧς ἐπεθύμει μάλιστα γῆς μὴ μεταδώσειν αὐτῷ, τὸν φόνον ἐνήργουν. 4.361ἀναιρούμενος δὲ Νίγερ τιμωροὺς Ῥωμαίους αὐτοῖς ἐπηράσατο λιμόν τε καὶ λοιμὸν ἐπὶ τῷ πολέμῳ καὶ πρὸς ἅπασι τὰς ἀλλήλων χεῖρας·


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.352 Joseph. BJ 4.358 (English) >>Joseph. BJ 4.364

Powered by PhiloLogic